Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.126 Joseph. AJ 7.130 (English) >>Joseph. AJ 7.133

7.128γνοὺς δʼ τῶν Ἑβραίων βασιλεὺς πάλιν ἐπʼ αὐτὸν τοὺς Ἀμμανίτας τοσαύτην δύναμιν συνηθροικότας οὐκέτι διὰ στρατηγῶν αὐτοῖς πολεμεῖν ἔκρινεν, ἀλλʼ αὐτὸς σὺν ἁπάσῃ τῇ δυνάμει διαβὰς τὸν Ἰόρδανον ποταμὸν καὶ ὑπαντήσας αὐτοῖς συνάψας εἰς μάχην ἐνίκησε· καὶ ἀναιρεῖ μὲν αὐτῶν πεζῶν μὲν εἰς τέσσαρας μυριάδας ἱππέων δὲ εἰς ἑπτακισχιλίους, ἔτρωσε δὲ καὶ τὸν στρατηγὸν τοῦ Χαλαμᾶ Σέβεκον, ὃς ἐκ τῆς πληγῆς ἀπέθανεν. 7.129οἱ δὲ Μεσοποταμῖται τοιούτου γενομένου τοῦ τέλους τῆς μάχης αὑτοὺς Δαυίδῃ παρέδοσαν καὶ δῶρα ἔπεμψαν αὐτῷ. καὶ μὲν ὥρᾳ χειμῶνος ἀνέστρεψεν εἰς Ἱεροσόλυμα, ἀρχομένου δὲ τοῦ ἔαρος ἔπεμψε τὸν ἀρχιστράτηγον Ἰώαβον πολεμήσοντα τοῖς Ἀμμανίταις. δὲ τήν τε γῆν αὐτῶν ἅπασαν ἐπερχόμενος διέφθειρε καὶ αὐτοὺς εἰς τὴν μητρόπολιν συγκλείσας Ἀραβαθὰ ἐπολιόρκει. 7.130

Συνέπεσε δὲ καὶ Δαυίδῃ πταῖσμα δεινὸν ὄντι φύσει δικαίῳ καὶ θεοσεβεῖ καὶ τοὺς πατρίους νόμους ἰσχυρῶς φυλάσσοντι· θεασάμενος γὰρ δείλης ὀψίας ἀπὸ τοῦ στέγους τῶν βασιλείων, ἐν περιπατεῖν κατʼ ἐκεῖνο τῆς ὥρας ἦν ἔθος, γυναῖκα λουομένην ἐν τῇ αὑτῆς οἰκίᾳ ψυχρῷ ὕδατι καλλίστην τὸ εἶδος καὶ πασῶν διαφέρουσαν, ὄνομα αὐτῇ ἦν Βεεθσαβή, ἡττᾶται τοῦ κάλλους τῆς γυναικός· καὶ τῆς ἐπιθυμίας κατασχεῖν οὐ δυνάμενος αὐτῇ συνέρχεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.126 Joseph. AJ 7.130 (English) >>Joseph. AJ 7.133

Powered by PhiloLogic